Translate

Τρίτη 24 Νοεμβρίου 2020

 

δαπάνητος πλοτος

τν θαυμαστν ρετν

το Θαυματουργο Νεκταρίου


Δεῦτε τοῦ πνευματικοῦ λειμῶνος τρυφήσωμεν, καὶ τὰς ψυχὰς ἡμῶν ἑστιάσωμεν, καὶ τὸν Δοτῆρα τῶν ἀγαθῶν, θερμῶς δοξολογήσωμεν. Προὐτίθησι γὰρ ἡμῖν, ὁ μέγας Νεκτάριος, ἐν τῇ μνήμῃ αὐτοῦ, πλοῦτον ἀδαπάνητον τῶν θαυμαστῶν ἀρετῶν αὐτοῦ, ὃν δωρεὰν δρεψώμεθα, οἱ πόθῳ ἐκζητοῦντες. Τὶς γὰρ αὐτοῦ διηγήσεται, τὸν πόθον πρὸς τὸν Θεόν, τὴν ἐκ παιδὸς εὐλάβειαν, τὴν προσοχὴν εἰς ἑαυτὸν καὶ τὸν ἀγῶνα κατὰ τοῦ ἐναντίου! Τὶς ἀξίως ἐπαινέσειε, τὸ ἱλαρὸν τὸ ἀόργητον, τὸ συγχωρητικὸν τὸ μειλίχιον, τὸ καρτερικὸν τὸ μακρόθυμον ἐν ταῖς θλίψεσι καὶ πειρασμοῖς, τὸ ὑπομένειν ἀνεξικάκως ἀδικίας καὶ συκοφαντίας, ἃ τῶν τελείων ἐστί, καὶ Θεῷ μόνῳ ἀποβλέπειν! Τὶς ἐξείπῃ αὐτοῦ τὴν ἀγάπην τὴν ταπείνωσιν, τὴν πραότητα τὴν ἀκακίαν, τὴν ἄκραν φιλοπτωχείαν καὶ ἐλεημοσύνην· τὰς νηστείας τὰς προσευχάς, τὴν σοφίαν ἐν ταῖς διδασκαλίαις, τὸ κατὰ κόσμον εὐτελές, τὴν ἔφεσιν πρὸς τὸ θεῖον· τὸν ζῆλον ὑπὲρ τῆς πίστεως, αἱρετικῶν τὸν ἐλεγμόν, τὸν πόθον ὑπὲρ τῆς πάντων σωτηρίας! Τῷ Θεῷ οὖν εὐαρεστήσαντα, καὶ θαυματουργὸν μέγαν ὑπ’ Αὐτοῦ ἀναδειχθέντα, πρεσβεύειν Αὐτῷ ἀεὶ ἱκετεύωμεν, δοῦναι ἡμῖν ψυχῶν καὶ σωμάτων τὴν ῥῶσιν καὶ τὸ μέγα ἔλεος.


[Δοξαστικόν τῶν Αἲνων (ἦχος πλ. β΄) ἐκ τῆς νεο-ἐκδοθείσης

νέας Ἀσματικῆς Ἀκολουθίας τοῦ Ἁγίου Νεκταρίου]

 



Δεν υπάρχουν σχόλια: