Translate

Κυριακή, 9 Αυγούστου 2015

Ἐπί τῆ μνήμῃ τῆς ὁσίας μητρός ἡμῶν Εἰρήνης τῆς Χρυσοβαλάντου





Ὕμνος  εἰς  τήν  Ὁσίαν  Εἰρήνην

Ἡγουμένην  τοῦ  Χρυσοβαλάντου

Ἦχος πλάγιος τοῦ Α΄ («Βασίλισσα τοῦ κόσμου…»)




Εἰρήνη πανοσία, γονέων εὐλαβῶν,

Γόνε Καππαδοκίας, παρθένε καί ἁγία, ἄνθος τό ἱερόν.



Γηΐνου βασιλείας, οὐκ ἔτυχες σεμνή,

ἀφθάρτους δέ στεφάνους, προέκρινας λαμβάνειν

καί χάριν δαψιλή.



Εὐχαῖς καί τῇ προρρήσει, ὁσίου ἀσκητοῦ,

τοῦ Ἰωαννικίου, νύμφη κατηξιώθης, γενέσθαι τοῦ Χριστοῦ.



Μοναστριῶν ὁ τύπος, ἀρχέτυπον λαμπρόν,

ἀσκήσεως ὁ στῦλος, παντοίων χαρισμάτων,

παλάτιον τερπνόν.



Νηστείᾳ, ἀγρυπνίᾳ, συντόνῳ προσευχῇ,

ὑπακοῇ, ἀγάπῃ, γενέσθαι ἠξιώθης, τοῦ Πνεύματος σκηνή.



Μονῆς Χρυσοβαλάντου, δόξα και ὁδηγός,

εὐχαῖς τοῦ Πατριάρχου, Πόλεως Μεθοδίου,

ἐδείχθης θαυμαστῶς.



Δαιμόνων ἀκαθάρτων, λυσσώδεις προσβολάς,

ἀπέκρουσας ἀνδρείως, Σταυροῦ τῇ πανοπλίᾳ,

καί πίστει σταθηρᾷ.



Κυπάρισσος ἐδείχθης, πίστεως ἱερά,

εὐχῇ καί τῇ ἀσκήσει, ρεύσασα ἐκ κοιλίας,

Πνεύματος τάς ροάς.



Χαρίσματα ἐδέξω, ποικίλα ἐκ Θεοῦ,

διδάσκειν, προφητεύειν καί θεραπεύειν νόσους

καί πάθη τοῦ λαοῦ.



Θείαν προγευομένη, μακαριότητα,

καρπούς ἐκ Παραδείσου, ἐπιστηθίου δῶρον,

ἐγεύθης χαίρουσα.



Ψυχήν ἡγιασμένην, Θεῷ παρέδωκας,

ἀσκήσεσι τόν βίον καί πίστει ὀρθοδόξῳ,

λαμπρῶς κοσμήσασα.



Ὁ τάφος σου ἐδείχθη, ἰάσεων πηγή,

Ζῶσα καί μετά τέλος, θαυματουργεῖς τῷ κόσμῳ,

καί χάριν πλημμυρεῖς.



Τιμῶντες σου τήν μνήμην, δεόμεθα θερμῶς,

ἱκέτευε Κυρίῳ, καταπεμφθῆναι κόσμῳ, ἄνωθεν φωτισμόν.



Δεόμεθά σου Μῆτερ, δυσώπει τόν Χριστόν,

πόθον μᾶς ἐκπληρώση, μετάνοιαν μᾶς δώση,

πίστιν ἀκράδαντον.



Τῷ θείῳ σου τεμένει, σκέπε προστρέχοντας,

Καί ταύτῃ σου τῇ μάνδρα, ἔσο ἀεί φρουροῦσα

τούς καταφεύγοντας.





Εἰρήνη, δίδου, μέλποντι,

εἰρήνην, Δημητρίῳ.




Δεν υπάρχουν σχόλια: